Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- χρήσω δʼ ἀνθρώποισι Διὸς νημερτέα βουλήν.
- ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείης
- Φοῖβος ἀκερσεκόμης, ἑκατηβόλος· αἳ δʼ ἄρα πᾶσαι
- θάμβεον ἀθάναται· χρυσῷ δʼ ἄρα Δῆλος ἅπασα
- [βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην,
- γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι
- νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον.[*](ll. 136-8 are instrusive, being alternative for l. 139. They are found in Π and the edition of Stephanus (in text), and in the margin of the ETL (with the note “in another copy these verses are also extant”). In D they are added by a second hand.)]
- ἤνθησʼ, ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης.
- αὐτὸς δʼ, ἀργυρότοξε, ἄναξ ἑκατηβόλʼ Ἄπολλον,
- ἄλλοτε μέν τʼ ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος,
- ἄλλοτε δʼ ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες.
- πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα·