Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτʼ ὀλεῖται,
- κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι·
- αἵ τʼ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλωνʼ ὑμνήσωσιν,
- αὖτις δʼ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν,
- μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν
- ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλʼ ἀνθρώπων.
- πάντων δʼ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν
- μιμεῖσθʼ ἴσασιν· φαίη δέ κεν αὐτὸς ἕκαστος
- φθέγγεσθʼ· οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.
- ἀλλʼ ἄγεθʼ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν,
- χαίρετε δʼ ὑμεῖς πᾶσαι· ἐμεῖο δὲ καὶ μετόπισθεν
- μνήσασθʼ, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων