Hymn 3 to Delian and Pythian Apollo
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ
- ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δʼ ἐν φάρεϊ λευκῷ,
- λεπτῷ, νηγατέῳ· περὶ δὲ χρύσεον στρόφον ἧκαν.
- οὐδʼ ἄρʼ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,
- ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
- ἀθανάτῃσιν χερσὶν ἐπήρξατο· χαῖρε δὲ Λητώ,
- οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.
- αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ,
- οὔ σέ γʼ ἔπειτʼ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα,
- οὐδʼ ἔτι δέσματʼ ἔρυκε, λύοντο δὲ πείρατα πάντα.
- αὐτίκα δʼ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων·
- εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα,