Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς,
  2. ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα
  3. καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε·
  4. πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,
  5. τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων
  6. ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
  7. φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,
  8. ὅστις ἔην· σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα.