Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
- μαιομένη· τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαι
- ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
- οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
- ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
- στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,
- οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο
- πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.