Hymn 2 to Demeter

Homeric Hymns

Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator

  1. ὣς ἄρʼ ἔφη Ἑκάτη· τὴν δʼ οὐκ ἠμείβετο μύθῳ
  2. Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇ
  3. ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
  4. Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
  5. στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·
  6. ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ
  7. ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα·
  8. κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,