Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
- οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων
- ἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι†
- εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
- ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος,
- Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,
- κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφιν
- ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,
- δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
- τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι
- πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,
- ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
- ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα
- λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα
- αὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴν
- ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,
- τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·
- ---ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
- φωνῇ ὑπʼ ἀθανάτῃ· τῆς δʼ ἔκλυε πότνια μήτηρ.
- ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις