Hymn 2 to Demeter
Homeric Hymns
Hymni Homerici, creator; Hesiod, creator; Homer, creator; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, editor; Evelyn-White, Hugh G. (Hugh Gerard), d. 1924, translator
- Δήμητρʼ ἠύκομον, σεμνὴν θεόν, ἄρχομʼ ἀείδειν,
- αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς
- ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,
- νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου,
- παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις
- ἄνθεά τʼ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδʼ ἴα καλὰ
- λειμῶνʼ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον
- νάρκισσόν θʼ, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
- Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ,
- θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαι
- ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·
- τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει·
- κὦζʼ ἥδιστʼ ὀδμή, πᾶς τʼ οὐρανὸς εὐρὺς ὕπερθεν
- γαῖά τε πᾶσʼ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
- ἣ δʼ ἄρα θαμβήσασʼ ὠρέξατο χερσὶν ἅμʼ ἄμφω
- καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια
- Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
- ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
- ἁρπάξας δʼ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν
- ἦγʼ ὀλοφυρομένην· ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ,