Homer’s Epigrams

Homer

Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.

  1. πέρθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος
  2. πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων.
  3. ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος,
  4. πάντ’ ἔντοσθ’ αὐτῆς κεραμήια λεπτὰ ποιοῦσα.
  5. δεῦρο καὶ Ἠελίου θύγατερ, πολυφάρμακε Κίρκη,
  6. ἄγρια φάρμακα βάλλε, κάκου δ’ αὐτούς τε καὶ ἔργα.
  7. δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους,
  8. οἵθ’ Ἡρακλῆος χεῖρας φύγον οἵτ’ ἀπόλοντο,
  9. τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος·
  10. αὐτοὶ δ’ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά.
  11. γηθήσω δ’ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην·
  12. ὃς δέ χ’ ὑπερκύψῃ, πυρὶ τούτου πᾶν τὸ πρόσωπον
  13. φλεχθείη, ὡς πάντες ἐπίστωντ’ αἴσιμα ῥέζειν.