Homer’s Epigrams

Homer

Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.

  1. Δῶμα προσετραπόμεσθ’ ἀνδρὸς μέγα δυναμένοιο,
  2. ὃς μέγα μὲν δύναται, μέγα δὲ πρέπει[*](Ilgen: βρεμει, MSS.) ὄλβιος αἰεί.
  3. αὐταὶ ἀνακλίνεσθε θύραι· Πλοῦτος γὰρ ἔσεισι
  4. πολλός, σὺν Πλούτῳ δὲ καὶ Εὐφροσύνη τεθαλυῖα
  5. Εἰρήνη τ’ ἀγαθή· ὅσα δ’ ἄγγεα, μεστὰ μὲν εἴη,
  6. κυρβαίν δ’ αἰεὶ κατὰ καρδόπου ἕρποι μᾶζα.
  7. νῦν μὲν κριθαίην, εὐώπιδα, σησαμόεσσα
  8. ---
  9. Τοῦ παιδὸς δὲ γυνὴ κατὰ δίφραδα βήσεται ὕμμιν·
  10. ἡμίονοι δ’ ἄξουσι κραταίποδες ἐς τόδε δῶμα·
  11. αὐτὴ δ’ ἱστὸν ὑφαίνοι ἐπ’ ἠλέκτρῳ βεβαυῖα.
  12. Νεῦμαί τοι, νεῦμαι ἐνιαύσιος, ὥστε χελιδὼν
  13. ἕστηκ’ ἐν προθύροις ψιλὴ πόδας· ἀλλὰ φέρ’ αἶψα
  14. πέρσαι τῶ Ἀπόλλωνος γυιάτιδος.