Homer’s Epigrams

Homer

Homer. Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G. (Hugh Gerard), editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.

  1. ἥμενοι εἰν ἀγορῇ κόσμος λαοῖσιν[*](Ruhnken: τ’ ἄλλοισιν, Sources: The Contest of Homer adds the verse: λαὸς δ’ εἰν ἀγορῆσι καθήμενος εἰσοράασθαι.) ὁρᾶσθαι·
  2. αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι
  3. ἤματι χειμερίῳ, ὁπότ’ ἂν νίφῃσι Κρονίων.
  1. Εἰ μὲν δώσετε μισθὸν ἀείσω, ὦ κεραμῆες.
  2. δεῦρ᾽, ἄγ᾽, Ἀθηναίη καὶ ὑπέρσχεθε χεῖρα καμίνου.
  3. εὖ δὲ περανθεῖεν[*](Pollux: μελανθοῖεν, μελανθεῖεν, Life of Homer.) κότυλοι καὶ πάντα κάναστρα
  4. φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι,
  5. πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ’ ἀγυιαῖς,
  6. πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δή, ὥς σφιν ἀεῖσαι.
  7. ἢν δ’ ἐπ’ ἀναιδείην τρεφθέντες ψεύδε’ ἄρησθε,
  8. συγκαλέω δὴ ἔπειτα καμίνων δηλητῆρας,
  9. Σύντριβ’ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδὲ Σαβάκτην
  10. Ὠμόδαμόν τ᾽, ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζοι·