ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαινῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσααὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιενΑἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχοςχάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες·ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ