οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης.αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείραςἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιοτυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαινῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροιἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντεςδασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροιμήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶΖηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,