δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισινεὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευονπεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλενἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,