νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασινἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕληνἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάνταἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεννῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκασταἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθαςὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.