τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρουςσπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστωνἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισινοὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσινοἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηναἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστοςπαίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.