ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶεἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέωνθυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεννύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνηοὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσονεἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.