Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.
  2. χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν
  3. ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
  4. φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
  5. πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
  6. αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
  7. αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν
  8. ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·