Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
  2. οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
  3. δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
  4. ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
  5. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,
  6. ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι
  7. λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
  8. ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο