Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
  2. ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
  3. νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες
  4. ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη
  5. ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
  6. ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
  7. τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
  8. ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,