Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.
  2. αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε
  3. Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,
  4. βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,
  5. πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·
  6. ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
  7. ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε
  8. ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
  9. ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
  10. ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·
  11. πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
  12. ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι
  13. ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;
  14. καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα
  15. βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.
  16. πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,
  17. οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·
  18. οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες
  19. ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.
  20. ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι
  21. πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·
  22. οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.
  23. ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην
  24. ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.
  25. ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.
  26. οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην
  27. ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·
  28. κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.
  29. καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,
  30. μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν
  31. παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν
  32. ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.
  33. δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
  34. ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
  35. ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
  36. μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.
  37. αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,
  38. οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
  39. αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,
  40. ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ
  41. καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,
  42. ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
  43. καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα
  44. τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης
  45. εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,
  46. στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.
  47. αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,
  48. ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα
  49. λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.
  50. αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ
  51. δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,
  52. εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
  53. αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,
  54. σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·
  55. τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
  56. οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,
  57. ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
  58. τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·
  59. τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
  60. ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·
  61. πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
  62. ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·
  63. ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
  64. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
  65. ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,
  66. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,
  67. ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,
  68. ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
  69. σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·
  70. ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·
  71. αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,
  72. ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·
  73. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
  74. ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
  75. ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
  76. ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·
  77. νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα
  78. καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
  79. ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
  80. ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.
  81. ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
  82. ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ
  83. φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.
  84. βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,
  85. ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε
  86. δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν
  87. ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ
  88. μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·
  89. ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε
  90. μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.
  91. σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,
  92. τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας·
  93. οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη
  94. θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
  95. στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,
  96. ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,
  97. ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
  98. λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
  99. ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  100. λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
  101. μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
  102. αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.
  103. γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι;
  104. εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  105. Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,
  106. εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·
  107. εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,
  108. τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
  109. τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς
  110. αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
  111. λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
  112. κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
  113. ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.
  114. οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,
  115. οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.
  116. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
  117. φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·
  118. ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,
  119. τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.
  120. ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ
  121. δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,
  122. ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς
  123. γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.
  124. χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·
  125. τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι
  126. νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,
  127. ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω
  128. παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
  129. ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας
  130. ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα
  131. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
  132. ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
  133. εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.
  134. σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
  135. ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν
  136. ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
  137. ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
  138. ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,
  139. χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.
  140. τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·
  141. ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·
  142. Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
  143. ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·
  144. καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
  145. νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
  146. οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  147. ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
  148. ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
  149. Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
  150. εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
  151. τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.
  152. ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·
  153. στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;
  154. ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;
  155. οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
  156. ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
  157. δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.
  158. οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
  159. ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
  160. ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,
  161. τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
  162. ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.
  163. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
  164. λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.
  165. ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,
  166. κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν
  167. Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·
  168. πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,
  169. δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
  170. ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.
  171. δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·
  172. ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς
  173. ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ
  174. χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
  175. ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ
  176. γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.
  177. ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ.
  178. αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς
  179. ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,
  180. ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
  181. αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,
  182. ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,
  183. τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα
  184. μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
  185. οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
  186. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
  187. ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
  188. τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
  189. ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
  190. ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
  191. κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.
  192. δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·
  193. κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
  194. οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,
  195. Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·
  196. πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,
  197. νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
  198. αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
  199. ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.
  200. ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.
  201. ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  202. πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
  203. ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
  204. ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
  205. αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·
  206. εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,
  207. ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,
  208. ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  209. ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω
  210. πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
  211. πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
  212. ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
  213. ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,
  214. τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν
  215. καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.
  216. αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος
  217. ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
  218. λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι
  219. εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
  220. ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,
  221. ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.
  222. ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
  223. πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.
  224. οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
  225. ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
  226. ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
  227. τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
  228. μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·
  229. καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·
  230. τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
  231. ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
  232. ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
  233. ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·
  234. ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
  235. οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
  236. βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
  237. ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον
  238. Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
  239. ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.
  240. καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
  241. ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
  242. ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.
  243. ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
  244. πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
  245. δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
  246. αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·