Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,
- τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
- ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς
- ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
- αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,
- καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι
- δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
- ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο
- νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
- δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
- ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
- ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι
- μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,
- ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,
- κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.
- ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,
- τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.
- τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
- βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
- χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
- εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
- ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
- οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
- ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ
- ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
- αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·
- ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ
- ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.
- δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
- ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.
- αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
- κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·
- νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας
- ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.
- δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.
- ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
- αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα
- πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν
- ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
- ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,
- κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.
- ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,
- στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς
- ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης
- ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.
- αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ
- γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
- τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·
- Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν
- Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·
- ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
- ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
- καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη
- πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,
- μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
- κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.
- ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
- ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
- παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
- στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·
- ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
- Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;
- καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω
- τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
- ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
- τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
- τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
- δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
- ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,
- μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.
- οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,
- οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.
- νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
- λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·
- τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
- ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
- καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
- τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
- ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη
- εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
- θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.
- θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
- αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
- ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
- ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,
- τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·
- οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
- πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας
- δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ
- τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
- ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
- δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
- Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
- τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
- Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
- γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
- ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
- ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
- ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·
- τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
- Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·
- Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.
- τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων
- νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα
- Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,
- καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
- ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.
- ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
- ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο
- καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
- δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.
- οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·
- ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.
- εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
- ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
- οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
- ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
- πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
- ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
- δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς
- Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
- ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
- ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
- δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
- χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,
- ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·
- χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·
- σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
- ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.
- χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
- οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
- δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
- ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
- ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,
- ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι
- λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
- ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
- πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.
- χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν
- ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
- φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
- πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
- αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
- αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν
- ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·
- καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
- ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
- νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες
- ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη
- ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
- ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
- τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
- ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
- ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
- συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
- τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει
- χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ
- Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
- ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,
- αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.
- ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
- τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
- τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,
- ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν
- ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.
- ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
- παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·
- ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα
- σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι
- πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
- τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
- ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
- αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
- καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
- εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
- σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
- ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
- αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
- πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,
- ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.
- ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,
- καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
- οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·
- θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·
- Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,
- σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας
- τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν
- ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
- κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·
- αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι
- θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.
- ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν
- πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
- ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
- ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
- καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·
- ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
- Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
- ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,
- οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
- ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
- εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
- οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
- σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·
- δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.
- αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,
- χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
- ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
- υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
- ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
- χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
- καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
- νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
- σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
- εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
- αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
- καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
- Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
- πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
- σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
- ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
- νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
- αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,
- τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
- κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες
- ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
- νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·
- ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
- ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν
- ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
- μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
- πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
- χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
- μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,
- πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα
- πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι
- γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
- εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,
- ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.
- αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
- ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,
- δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.
- εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
- οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,
- ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·