Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
  2. σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς
  3. καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.
  4. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  5. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  6. ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
  7. δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,
  8. ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
  9. ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
  10. οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
  11. Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι
  12. παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.
  13. τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο
  14. Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.
  15. ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
  16. ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
  17. Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.
  18. τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·
  19. νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
  20. ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης
  21. δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
  22. τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ
  23. ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν
  24. δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,
  25. τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.
  26. τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη
  27. αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·
  28. εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.
  29. ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην
  30. πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
  31. ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,
  32. ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς,
  33. ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.
  34. τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
  35. ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας
  36. ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,
  37. ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·
  38. ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,
  39. ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
  40. τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,
  41. Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
  42. νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.
  43. ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,
  44. αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,
  45. ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·
  46. κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων
  47. ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;
  48. οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
  49. ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
  50. εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
  51. κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
  52. γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.
  53. τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
  54. ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.
  55. αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
  56. ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
  57. πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.
  58. ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
  59. αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
  60. αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.
  61. αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,
  62. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  63. ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
  64. ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.
  65. ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν
  66. γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.
  67. ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·
  68. ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ,
  69. τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·
  70. αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
  71. νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.
  72. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  73. ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
  74. δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.
  75. ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
  76. καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·
  77. ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς
  78. ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,
  79. εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
  80. αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
  81. αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
  82. νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,
  83. κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
  84. οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
  85. εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
  86. ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.
  87. ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,
  88. ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.
  89. αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.
  90. ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,
  91. παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·
  92. ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν,
  93. ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη
  94. διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
  95. ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ
  96. πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.
  97. ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
  98. καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
  99. ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν
  100. ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
  101. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ
  102. πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων,
  103. δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
  104. ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,
  105. ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,
  106. νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
  107. ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,
  108. καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·
  109. ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
  110. δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ·
  111. οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί.
  112. ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·
  113. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  114. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  115. ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι
  116. Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,
  117. ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·
  118. ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα
  119. βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,
  120. ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι
  121. στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·
  122. μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ
  123. κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.
  124. εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω
  125. ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,
  126. δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα
  127. πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,
  128. ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
  129. ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·
  130. οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.
  131. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  132. τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.
  133. ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,
  134. εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·
  135. ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,
  136. τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.
  137. καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις
  138. πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
  139. ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
  140. πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
  141. ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
  142. ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.
  143. ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,
  144. εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
  145. κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,
  146. νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι
  147. ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.
  148. ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
  149. ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
  150. λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
  151. ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·
  152. κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω,
  153. φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
  154. αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
  155. ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
  156. σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.
  157. ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.
  158. ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,
  159. πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν
  160. ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε
  161. χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
  162. ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
  163. ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος
  164. κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
  165. ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
  166. καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
  167. καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,
  168. ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ
  169. δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς
  170. σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
  171. ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
  172. ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;
  173. εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
  174. μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
  175. ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·
  176. αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
  177. εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
  178. θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη
  179. ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
  180. δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.
  181. ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
  182. βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
  183. ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,
  184. ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.
  185. τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
  186. οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
  187. οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ
  188. ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς
  189. δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
  190. εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
  191. ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
  192. ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
  193. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,
  194. ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.
  195. ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
  196. ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,
  197. σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,
  198. ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη
  199. ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα
  200. δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.
  1. ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
  2. ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη
  3. βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
  4. οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,
  5. ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,
  6. οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
  7. ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,
  8. εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,
  9. ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,
  10. καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.
  11. ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
  12. Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.
  13. τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,
  14. νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.
  15. βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη
  16. κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,
  17. Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
  18. πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
  19. σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.
  20. ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
  21. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
  22. εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
  23. ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.
  24. τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  25. Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ;
  26. εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
  27. σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν
  28. ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.
  29. ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει
  30. ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
  31. ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·
  32. καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα
  33. ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·
  34. ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
  35. πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.
  36. ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
  37. ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι
  38. ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
  39. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
  40. ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.
  41. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  42. Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
  43. ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ
  44. δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη
  45. πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·
  46. τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.