Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  2. ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ
  3. ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
  4. αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·
  5. ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ
  6. ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.
  7. δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
  8. ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.
  9. αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·
  10. κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·
  11. νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας
  12. ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.
  13. δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.
  14. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
  15. αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα
  16. πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν
  17. ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
  1. ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,
  2. κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.
  3. ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,
  4. στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς
  5. ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης
  6. ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.
  7. αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ
  8. γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
  9. τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·
  10. Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν
  11. Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·
  12. ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
  13. ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
  14. καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη
  15. πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,
  16. μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
  17. κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.
  18. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
  19. ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
  20. παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
  21. στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·
  22. ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
  23. Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;
  24. καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω
  25. τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα
  26. ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
  27. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  28. τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
  29. δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
  30. ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,
  31. μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.
  32. οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,