Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,
  • ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.
  • ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
  • πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.
  • οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
  • ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
  • ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
  • τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
  • μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·
  • καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·
  • τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
  • ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
  • ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
  • ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·
  • ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
  • οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
  • βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
  • ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον
  • Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
  • ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.
  • καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
  • ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
  • ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.
  • ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
  • πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
  • δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
  • αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·
  • ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,
  • τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
  • ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς
  • ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
  • αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,
  • καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι
  • δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
  • ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο
  • νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
  • δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
  • ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
  • ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι
  • μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,
  • ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,
  • κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.
  • ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,
  • τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.
  • τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
  • βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
  • χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
  • εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
  • ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι