Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.
- νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
- λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·
- τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
- ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
- καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
- τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
- ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη
- εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
- θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.
- θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
- αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
- ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
- ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,
- τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·
- οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
- πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας
- δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ
- τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
- ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
- δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
- Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
- τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
- Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
- γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
- ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
- ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
- ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·
- τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
- Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·
- Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.
- τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων
- νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα
- Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,
- καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
- ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.
- ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
- ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο
- καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
- δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.
- οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·
- ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.
- εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
- ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
- οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
- ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
- πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
- ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
- δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς