Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε
- ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
- οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.
- οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν
- ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.
- καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,
- ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
- ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·
- οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
- ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
- καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,
- ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ
- ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
- ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
- ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,
- ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης
- καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν
- κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
- πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
- αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,
- οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
- αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
- πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
- ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.
- τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·
- ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα
- καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·
- καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
- ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·
- τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;
- οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;
- τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι
- κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·
- τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
- Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·
- ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ
- ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ
- μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
- ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
- οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
- Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
- ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
- αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης
- ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
- νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
- ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα
- ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
- θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
- ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
- ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ
- δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·
- ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
- καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
- Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.
- πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,
- σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,
- οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
- ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,
- ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα
- γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ
- δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ
- πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,
- ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,
- ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα
- εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.
- τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε
- νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ
- ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
- ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,
- πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·
- ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον
- ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,
- λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
- ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ
- ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο
- ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα
- ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.
- ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
- εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.
- δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.
- ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
- παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·
- τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,
- ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
- ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
- ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον
- καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.
- ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.
- τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
- ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε
- παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν
- ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·
- ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,
- ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,
- μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·
- δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.
- τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
- ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
- μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.
- αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
- τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,
- παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
- αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,
- εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει
- Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.
- πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,
- αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
- λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι
- πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,
- εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,
- τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο
- λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν
- ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.
- καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
- ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.
- εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
- νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.
- ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
- εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
- Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
- ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
- κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
- δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
- πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας
- χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
- αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·
- αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
- ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·
- ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.
- ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
- ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
- τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·
- Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
- πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
- ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
- ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
- ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
- τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο
- Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
- ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
- πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
- εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
- νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
- καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·
- δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
- εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
- ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
- πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
- ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
- καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
- ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες
- υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη
- θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
- καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
- ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
- δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους
- πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.
- αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
- τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·
- κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
- ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
- ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,
- ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·
- πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
- ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
- οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,
- ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
- ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
- πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
- κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
- δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
- ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
- ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.
- κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι
- σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
- ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
- μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν
- Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
- τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
- ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο
- σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.
- κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
- βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.
- αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
- νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
- ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
- ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,
- πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.
- ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα
- βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
- πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
- ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.
- τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,
- ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·
- τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.
- κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
- τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·
- ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.
- τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον
- μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·
- κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
- αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
- κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,
- πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
- οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
- αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
- μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
- οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
- νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
- ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
- ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων
- χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.
- ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
- Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν
- χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
- Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
- ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
- πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
- κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·
- αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
- ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
- δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
- καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·
- αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
- Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,
- ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
- ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
- Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν
- ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
- αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·
- κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
- ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
- φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·
- νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
- πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
- οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων
- πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
- ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
- κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
- Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο