Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο
  2. ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
  3. ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
  4. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·
  5. νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ
  6. κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
  7. θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
  8. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
  9. ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
  10. ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
  11. τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·
  12. αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,
  13. ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
  14. αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
  15. κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,
  16. οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα