Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον·
  2. σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
  3. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.
  4. μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
  5. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
  6. ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
  7. Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
  8. ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
  9. τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
  10. Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·
  11. Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,
  12. ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;
  13. νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς
  14. Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι
  15. δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ
  16. ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.