Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.
  2. ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον
  3. χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.
  4. ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
  5. τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
  6. μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
  7. τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
  8. ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
  9. πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·
  10. ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
  11. Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
  12. ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
  13. νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.
  14. ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
  15. Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
  16. ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,