Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
  2. οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,
  3. αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.
  4. ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,
  5. χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  6. αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ ἀγορεύεις·
  7. τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.
  8. δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
  9. δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν·
  10. δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  11. ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  12. ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  13. Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
  14. κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
  15. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  16. δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος.