ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖραςβάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρεὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.