Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·
  • πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.
  • εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν
  • ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·
  • ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.
  • ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς
  • φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·
  • τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
  • ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·
  • ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
  • ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
  • πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·
  • φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα
  • ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·
  • ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας
  • ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·