ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσιῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστασὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαιοἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβαςἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντονΑἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.