Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
  • ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ
  • εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,
  • ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω
  • ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
  • ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
  • ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
  • νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
  • ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·
  • τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  • πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς
  • ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης
  • πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·
  • τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.