τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθουνόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκταιοἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴςπνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·