τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦςἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσαςἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροιπνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶνπομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκονγναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,