Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  2. ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,
  3. ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
  4. τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.
  5. ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  6. παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·
  7. ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
  8. τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  9. Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
  10. πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
  11. κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
  12. ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
  13. ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
  14. ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου