τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλαθῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησαςἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆοςζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶπάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρονΑἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.