Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,
  2. ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
  3. εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
  4. ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
  5. ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
  6. Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
  7. μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
  8. σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
  9. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·
  10. Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  11. μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·
  12. σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
  13. ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
  14. μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·