Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.
  2. θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·
  3. ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
  4. καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  5. τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  6. κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
  7. τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  8. ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,
  9. τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
  10. δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·
  11. κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.