Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  2. νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,
  3. ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
  4. θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
  5. κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.
  6. ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
  7. κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,
  8. μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω
  9. ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
  10. οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν
  11. οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,