Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
  2. Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,
  3. ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
  4. γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
  5. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι
  6. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  7. αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,
  8. ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  9. ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας
  10. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  11. γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω