Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω
  2. βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·
  3. ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
  4. ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
  5. φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·
  6. βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,
  7. ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.
  8. ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι
  9. ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
  10. ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;
  11. εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.