Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα
  • εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.
  • σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
  • εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  • ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω
  • οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα
  • Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
  • εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,
  • ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,
  • οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
  • Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.