Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.
- τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
- ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·
- μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,
- ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·
- αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.
- ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,
- οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,
- οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·
- οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·
- καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;
- ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου
- δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.
- καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·
- εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,
- οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ
- λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην
- οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.
- ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
- ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.
- πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας
- πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,
- ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,
- ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.
- στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
- τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,
- τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,
- νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.
- καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,
- ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.
- τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
- ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς,
- ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα
- ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
- ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,
- τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.
- ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,
- κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
- αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
- ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
- τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
- ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,
- ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.
- ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
- Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,
- ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν
- ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ
- ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·
- ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
- στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
- οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
- ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
- ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
- πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
- θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι
- τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ
- ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.