Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων
  2. ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,
  3. ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,
  4. αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,
  5. ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας
  6. ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος
  7. βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα
  8. πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.
  9. ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ
  10. ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.
  11. ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
  12. αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.
  13. ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,
  14. κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.
  15. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
  16. βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς
  17. τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
  18. ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.
  19. τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος
  20. κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.
  21. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  22. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  23. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
  24. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  25. αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·
  26. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα
  27. ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ
  28. ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην
  29. μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,
  30. ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.
  31. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.
  32. θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·
  33. ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
  34. καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  35. τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  36. κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
  37. τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  38. ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,
  39. τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
  40. δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·
  41. κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.
  42. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  43. νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,
  44. ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
  45. θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
  46. κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.
  47. ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
  48. κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,
  49. μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω
  50. ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
  51. οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν
  52. οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,
  53. καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.
  54. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
  55. νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.
  56. ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν
  57. ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα