Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο
  • ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ
  • φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,
  • ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.
  • ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,
  • μήλων σφαζομένων οἴνοιό τε πινομένοιο
  • καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
  • ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·
  • εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
  • καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
  • τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,