Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
  2. ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.
  3. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  4. ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·
  5. ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
  6. ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
  7. μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
  8. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  9. Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
  10. ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.
  11. ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει