Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς
  2. ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
  3. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  4. ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
  5. κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς
  6. ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ
  7. σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.
  8. Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·
  9. Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·
  10. οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.
  11. ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,